GRID_STYLE
TRUE

Classic Header

{fbt_classic_header}

ΠΗΓΗ Α.Ε

ΤΙΤΛΟΙ ΕΙΔΗΣΕΩΝ:

latest

ISTIKBAL



«Κατάταξις ἐν ταῖς Ἁγιολογικαῖς Δέλτοις τῶν, μετὰ τοῦ Ἁγίου Ἐθνοϊερομάρτυρος Πατριάρχου Κωνσταντινουπόλεως Γρηγορίου τοῦ Ε´, ἑπτὰ συλληφθέντων καὶ ἀπαγχονισθέντων Ἱερομαρτύρων Ἀρχιερέων»

  Ἀποφάσει τῆς Διαρκοῦς Ἱερᾶς Συνόδου, ληφθείσῃ ἐν τῇ Συνεδρίᾳ Αὐτῆς τῆς 13ης τρέχοντος μηνὸς Ἰουλίου ἐ.ἔ., κοινοποιοῦμεν ὑμῖν ταὐτάριθμον...

 


Ἀποφάσει τῆς Διαρκοῦς Ἱερᾶς Συνόδου, ληφθείσῃ ἐν τῇ Συνεδρίᾳ Αὐτῆς τῆς 13ης τρέχοντος μηνὸς Ἰουλίου ἐ.ἔ., κοινοποιοῦμεν ὑμῖν ταὐτάριθμον καὶ ταὐτόχρονον Πρᾶξιν τῆς Διαρκοῦς Ἱερᾶς Συνόδου, δι’ ἧς ἀναγγέλλεται ὑμῖν, τῷ Ἱερῷ Κλήρῳ καὶ παντὶ τῷ Χριστεπωνύμῳ Πληρώματι, ἡ Κατάταξις ἐν ταῖς Ἁγιολογικαῖς Δέλτοις τῶν, μετὰ τοῦ Ἁγίου Ἐθνοϊερομάρτυρος Πατριάρχου Κωνσταντινουπόλεως Γρηγορίου τοῦ Ε´, ἑπτὰ συλληφθέντων καὶ ἀπαγχονισθέντων Ἱερομαρτύρων Ἀρχιερέων, ἤτοι τῶν Εὐγενίου (Καραβία), Μητροπολίτου Ἀγχιάλου, Ἰωαννικίου, Μητροπολίτου Τυρνόβου, Δωροθέου (Πρωίου), Μητροπολίτου Ἀδριανουπόλεως, Ἰωσὴφ (Ἀντωνοπούλου), Μητροπολίτου Θεσσαλονίκης, Γρηγορίου, Μητροπολίτου Δέρκων, Διονυσίου (Καλλιάρχου), Μητροπολίτου Ἐφέσου καὶ Ἀθανασίου, Μητροπολίτου Νικομηδείας.
Ἐπί δέ τούτοις, κατασπαζόμεθα τήν ὑμετέραν Σεβασμιότητα ἐν Κυρίῳ καί διατελοῦμεν μετ’ ἀγάπης.

† Ὁ Ἀθηνῶν ΙΕΡΩΝΥΜΟΣ, Πρόεδρος
† Ὁ Μυτιλήνης, Ἐρεσσοῦ καὶ Πλωμαρίου Ἰάκωβος
† Ὁ Γουμενίσσης, Ἀξιουπόλεως καὶ Πολυκάστρου Δημήτριος
† Ὁ Βεροίας, Ναούσης καὶ Καμπανίας Παντελεήμων
† Ὁ Διδυμοτείχου, Ὀρεστιάδος καὶ Σουφλίου Δαμασκηνός
† Ὁ Δρυϊνουπόλεως, Πωγωνιανῆς καὶ Κονίτσης Ἀνδρέας
† Ὁ Ξάνθης καὶ Περιθεωρίου Παντελεήμων
† Ὁ Ἄρτης Καλλίνικος
† Ὁ Ἰλίου, Ἀχαρνῶν καὶ Πετρουπόλεως Ἀθηναγόρας
† Ὁ Ζακύνθου Διονύσιος
† Ὁ Κηφισίας, Ἀμαρουσίου καὶ Ὠρωποῦ Κύριλλος
† Ὁ Νέας Ἰωνίας, Φιλαδελφείας, Ἡρακλείου καὶ Χαλκηδόνος Γαβριήλ
† Ὁ Γλυφάδας, Ἑλληνικοῦ, Βούλας, Βουλιαγμένης καὶ Βάρης Ἀντώνιος
Ὁ Ἀρχιγραμματεύς
† Ὁ Ὠρεῶν Φιλόθεος


Π Ρ Α Ξ Ι Σ
Τοὺς ἐν τῷ μετὰ σώματος βίῳ κατορθώμασιν ἀρετῆς καὶ μαρτυρικῷ θανάτῳ τελειωθέντας εὐλαβεῖσθαι καὶ τιμᾶν, ἐτησίοις τε τελεταῖς καὶ ἐγκωμίοις γεραίρειν ὅσιον καὶ τῷ τῆς Ἁγίας Ἐκκλησίας πληρώματι λυσιτελέστατον πέφυκεν, ἐπειδὴ ἡ τούτων μνήμη πρόξενος τυγχάνει ὠφελείας ψυχικῆς καὶ πνευματικῆς τοῦ Χριστωνύμου Λαοῦ.

Ἐπειδὴ τοίνυν τοιοῦτοι τὸν βίον καὶ τὴν πολιτείαν ἀνεδείχθησαν καὶ οἱ ἐν ἔτει 1821 ἐν Κωνσταντινουπόλει διὰ τὴν ἀμώμητον ἡμῶν Ὀρθόδοξον Πίστιν μαρτυρήσαντες Ἐπίσκοποι Εὐγένιος (Καραβίας), Μητροπολίτης Ἀγχιάλου, Ἰωαννίκιος, Μητροπολίτης Τυρνόβου, Δωρόθεος (Πρώιος), Μητροπολίτης Ἀδριανουπόλεως, Ἰωσὴφ (Ἀντωνόπουλος), Μητροπολίτης Θεσσαλονίκης, Γρηγόριος, Μητροπολίτης Δέρκων, Διονύσιος (Καλλιάρχης), Μητροπολίτης Ἐφέσου καὶ Ἀθανάσιος, Μητροπολίτης Νικομηδείας, ζήσαντες εἰς χρόνους δυσχερεῖς, πιστῶς δὲ καὶ θεαρέστως τὸν ἐπίγειον διανύσαντες δόλιχον, ἡ Διαρκὴς Ἱερὰ Σύνοδος τῆς Ἁγιωτάτης Ἐκκλησίας τῆς Ἑλλάδος, ὑπὸ τὴν
Προεδρίαν τοῦ Μακαριωτάτου Ἀρχιεπισκόπου Ἀθηνῶν καὶ πάσης Ἑλλάδος κ. Ἱερωνύμου, συνελθοῦσα εἰς τακτικὴν Συνεδρίαν τῇ 13ῃ τοῦ μηνὸς Ἰουλίου τοῦ σωτηρίου ἔτους 2021, πρὸς τὴν θεάρεστον πολιτείαν καὶ τὸ μαρτύριον τούτων ἀπιδοῦσα, λαβοῦσα δ’ ἅμα ὑπ’ ὄψιν καὶ τὰ διαλαμβανόμενα ἐν τῇ ὑπ’ ἀριθ. 478/23.6.2021 Γνωμοδοτήσει τῆς ἐπὶ τῶν Δογματικῶν καὶ Νομοκανονικῶν Ζητημάτων Συνοδικῆς Ἐπιτροπῆς τῆς Ἐκκλησίας, ἔγνω, συνῳδὰ τῷ κοινῷ τῆς Ἁγιωτάτης Ὀρθοδόξου Ἐκκλησίας ἔθει καὶ τῇ παραδόσει κατακολουθοῦσα, τὴν ἐποφειλομένην τοῖς ἐν Θεῷ τελειωθεῖσι καὶ μαρτυρήσασιν ἐν ἔτει 1821, ὡς προείρηται, Ἱεράρχαις τὴν τοῖς Ἁγίοις προσήκουσαν ἀπονεῖμαι τιμήν.

Διὸ καὶ θεσπίζομεν Συνοδικῶς καὶ διοριζόμεθα καὶ ἐν Ἁγίῳ Πνεύματι διακελευόμεθα ὅπως, ἀπὸ τοῦ νῦν καὶ εἰς τὸ ἑξῆς καὶ εἰς αἰῶνα τὸν ἅπαντα, οἱ ἐν λόγῳ Ἱερομάρτυρες συναριθμῶνται τοῖς ἀπ’ αἰῶνος Ἁγίοις καὶ Μάρτυσι τῆς Ἐκκλησίας, ἱεροτελεστίαις τιμώμενοι καὶ ὕμνοις ἐγκωμίων γεραιρόµενοι κατ’ ἔτος, τῆς μνήμης αὐτῶν τιμωμένης κατὰ τὴν ἡμέραν τοῦ μαρτυρικοῦ ἀπαγχονισμοῦ των, ἤτοι τῶν μὲν Εὐγενίου Αγχιάλου, Ἀθανασίου Νικομηδείας καὶ Διονυσίου Ἐφέσου τὴν 10ην Ἀπριλίου, τῶν δὲ Ἰωσὴφ Θεσσαλονίκης, Δωροθέου Ἀδριανουπόλεως, Γρηγορίου Δέρκων καὶ Ἰωαννικίου Τυρνόβου τὴν 3ην Ἰουνίου, καὶ εἰς κοινὸν ἑορτασμὸν ἁπάντων τούτων καὶ τοῦ Ἁγίου ἐνδόξου Ἱερομάρτυρος Γρηγορίου τοῦ Ε´ Πατριάρχου Κωνσταντινουπόλεως, τῷ Σαββάτῳ τῆς Διακαινησίμου Ἑβδομάδος.

Ὅθεν, ἡ Διαρκὴς Ἱερὰ Σύνοδος τῆς Ἐκκλησίας τῆς Ἑλλάδος, ἐν δοξολογίᾳ πολλῇ πρὸς τὸν ἐν Τριάδι Θεὸν ἀναγγέλλει παντὶ τῷ εὐσεβεῖ Ἱερῷ Κλήρῳ καὶ τῷ Χριστεπωνύµῳ Λαῷ Αὐτῆς τὴν τοιαύτην συναρίθµησιν εἰς τὴν χορείαν τῶν Ἁγίων τῆς Ἐκκλησίας τῶν, ἐν ἔτει 1821 καὶ ἐν Κωνσταντινουπόλει, μετὰ τοῦ Ἁγίου Ἐθνοϊερομάρτυρος Πατριάρχου Κωνσταντινουπόλεως Γρηγορίου τοῦ Ε´, ἑπτὰ συλληφθέντων καὶ ἀπαγχονισθέντων Ἱερομαρτύρων, Εὐγενίου, Μητροπολίτου Ἀγχιάλου, Ἰωαννικίου, Μητροπολίτου Τυρνόβου, Δωροθέου, Μητροπολίτου Ἀδριανουπόλεως, Ἰωσήφ, Μητροπολίτου Θεσσαλονίκης, Γρηγορίου, Μητροπολίτου Δέρκων, Διονυσίου, Μητροπολίτου Ἐφέσου καὶ Ἀθανασίου, Μητροπολίτου Νικομηδείας, προτρέπεται δὲ τοὺς πιστοὺς, ἵνα κατὰ τὴν ἐπέτειον τῆς µνήµης αὐτῶν κατακλύζωσι τοὺς Ἱεροὺς Ναούς, ἀναπέµποντες δεήσεις πρὸς τὸν Ὕψιστον, ἐπικαλούµενοι δ’ ἅµα τὴν πρεσβείαν αὐτῶν πρὸς ἁγιασµὸν ψυχῆς τε καὶ σώµατος.

† Ὁ Ἀθηνῶν ΙΕΡΩΝΥΜΟΣ, Πρόεδρος
† Ὁ Μυτιλήνης, Ἐρεσσοῦ καὶ Πλωμαρίου Ἰάκωβος
† Ὁ Γουμενίσσης, Ἀξιουπόλεως καὶ Πολυκάστρου Δημήτριος
† Ὁ Βεροίας, Ναούσης καὶ Καμπανίας Παντελεήμων
† Ὁ Διδυμοτείχου, Ὀρεστιάδος καὶ Σουφλίου Δαμασκηνός
† Ὁ Δρυϊνουπόλεως, Πωγωνιανῆς καὶ Κονίτσης Ἀνδρέας
† Ὁ Ξάνθης καὶ Περιθεωρίου Παντελεήμων
† Ὁ Ἄρτης Καλλίνικος
† Ὁ Ἰλίου, Ἀχαρνῶν καὶ Πετρουπόλεως Ἀθηναγόρας
† Ὁ Ζακύνθου Διονύσιος
† Ὁ Κηφισίας, Ἀμαρουσίου καὶ Ὠρωποῦ Κύριλλος
† Ὁ Νέας Ἰωνίας, Φιλαδελφείας, Ἡρακλείου καὶ Χαλκηδόνος Γαβριήλ
† Ὁ Γλυφάδας, Ἑλληνικοῦ, Βούλας, Βουλιαγμένης καὶ Βάρης Ἀντώνιος


Ὁ Ἀρχιγραμματεύς
† Ὁ Ὠρεῶν Φιλόθεος

Δεν υπάρχουν σχόλια